Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.311 Joseph. AJ 1.316 (English) >>Joseph. AJ 1.320

1.314Λάβανος δὲ τοιαύτης αὐτῷ προρρήσεως γεγενημένης μεθʼ ἡμέραν τὸν Ἰάκωβον εἰς λόγους προκαλεσάμενος καὶ δηλώσας αὐτῷ τὸ ὄναρ, ἐπεὶ πρὸς αὐτὸν ἦλθε πεισθείς, ἤρξατο κατηγορεῖν αὐτοῦ προφέρων, ὅτι καὶ πένητα αὐτὸν ἐλθόντα πρὸς αὐτὸν καὶ πάντων ἄπορον ὑπεδέξατο καὶ παράσχοι πᾶσαν ἀφθονίαν τῆς αὑτοῦ κτήσεως· καὶ γὰρ καὶ θυγατέρας ἐμὰς συνέζευξα τὴν εὔνοιάν σου τὴν πρὸς ἡμᾶς τούτοις αὐξήσεσθαι λογιζόμενος. 1.315σὺ δὲ οὔτε τῆς μητρὸς τῆς σαυτοῦ καὶ ἧς ἔχεις πρὸς ἐμὲ συγγενείας οὔτε γυναικῶν ἃς ἔγημας αἰδῶ ποιησάμενος, οὐδὲ τέκνων ὧν εἰμι πάππος φροντίσας, ἐχρήσω μοι πολέμου νόμῳ, κτῆσιν μὲν ἄγων τὴν ἐμὴν θυγατέρας δὲ ἀναπείσας ἀποδρᾶναι τὸν γεγεννηκότα, 1.316ἱερά τε πάτρια βαστάσας οἴχῃ φερόμενος ὑπό τε τῶν ἐμῶν τιμηθέντα προγόνων καὶ ὑπʼ ἐμοῦ θρησκείας τῆς αὐτῆς ἐκείνοις ἀξιωθέντα· καὶ ταῦτα μηδὲ οἱ πολεμήσαντες τοὺς ἐχθροὺς ἔδρασαν συγγενὴς σὺ καὶ τῆς μὲν ἀδελφῆς τῆς ἐμῆς υἱός, θυγατέρων δὲ τῶν ἐμῶν ἀνήρ, ξένος δὲ καὶ ἐφέστιος τῆς ἐμῆς οἰκίας γεγενημένος ἔδρασας.” 1.317ταῦτα εἰπόντος Λαβάνου Ἰάκωβος ἀπελογεῖτο μὴ μόνῳ πατρίδος ἔρωτα τὸν θεόν, ἀλλὰ καὶ πᾶσιν ἐμφῦσαι, καὶ μετὰ τοσοῦτον χρόνον καλῶς ἔχειν αὐτὸν κατελθεῖν εἰς ταύτην. 1.318ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς, φησίν, ἀδικῶν αὐτὸς ἂν εὑρεθείης ἐπʼ ἄλλῳ κριτῇ· ὑπὲρ γὰρ ἧς ἐχρῆν σε χάριν ἡμῖν ἔχειν καὶ φυλαχθείσης ὑφʼ ἡμῶν καὶ πλείονος γεγενημένης, ὑπὲρ ταύτης πῶς οὐ διαμαρτάνεις τῶν δικαίων χαλεπαίνων ἐμοί, εἰ μοῖραν αὐτῆς ὀλίγην λαβόντες ἔχομεν. περὶ μέντοι γε τῶν θυγατέρων ἴσθι μὴ κατʼ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν, ἀλλὰ κατʼ εὔνοιαν δικαίαν, ἣν γυναιξὶ γαμεταῖς πρὸς τοὺς συνοικοῦντας εἶναι συμβέβηκεν· ἕπονται τοίνυν οὐχ ὡς ἐμοὶ τοσοῦτον,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.311 Joseph. AJ 1.316 (English) >>Joseph. AJ 1.320

Powered by PhiloLogic